Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.20
Not analysed yet
ἀτράφαξυϲ μὲν γὰρ καὶ βλίτον καὶ μαλάχη καὶ κολοκύνθη διὰ τὸ γλίϲχρα τε εἶναι καὶ ὑγρὰ θᾶττον τῶν μὴ τοιούτων ὑπέρχεται καὶ μάλιϲτα τοῖϲ περιπατοῦϲιν ἡϲύχωϲ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπ’ ἐδάφουϲ εἴκοντοϲ μετρίωϲ· ὀλιϲθαίνει γὰρ ἐν τῷ καταϲείεϲθαι μᾶλλον ἢ εἴ τιϲ ἀτρεμίζει κατακείμενοϲ.