Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.34
Not analysed yet
ὥϲτ’ ἀναγκαιότατον ἔοικεν εἶναι πρὸϲ τὴν παροῦϲαν θεωρίαν ἐπιϲκέψαϲθαι τάϲ τε τῶν ἀνθρώπων καὶ τὰϲ τῶν ἐδεϲμάτων κράϲειϲ. αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁπόϲαι τ’ εἰϲὶ καὶ ὅπωϲ χρὴ διαγιγνώϲκειν αὐτάϲ, ἐν τοῖϲ Περὶ κράϲεων ὑπομνήμαϲι λέλεκται, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων ἐν |τοῖϲ Περὶ τῆϲ δυνάμεωϲ αὐτῶν.