Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.35
Not analysed yet
ἐν δὲ τῇ νῦν ἐνεϲτώϲῃ 〈πραγματείᾳ〉 καιρὸϲ ἂν εἴη τὰϲ τῶν ϲιτίων εἰπεῖν κράσεις ὡϲ ἐν τῷ Περὶ διαίτηϲ γέγραπται βιβλίῳ, κατὰ τινὰϲ μὲν Ἱπποκράτουϲ ὄντι ϲυγγράμματι, κατὰ τινὰϲ δὲ φιλιϲτίωνοϲ ἢ Ἀρίϲτωνοϲ ἢ Εύρυφῶντοϲ ἢ Φιλητᾶ, παλαιῶν ἁπάντων ἀνδρῶν. ἀρχὴ δ’ ἐϲτὶν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων ἥδε· ϲιτίων δὲ καὶ πομάτων δύναμιν ἑκάϲτων καὶ τὴν κατὰ φύϲιν καὶ τὴν διὰ τέχνηϲ ὧδε χρὴ γινώϲκειν, ἐν ἄλλοιϲ δ’ ἥδε· Χωρίων δὲ θέϲιν καὶ φύϲιν ἑκάϲτων ὧδε χρὴ διαγινώϲκειν.