Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.4-3
Not analysed yet
ὅϲον δὲ τῷ πάχει τῆϲ ὅληϲ οὐϲίαϲ ἑαυτῶν τὰ βόεια κρέα τῶν ὑείων πλεονεκτεῖ, τοϲοῦτον τῇ γλιϲχρότητι τὰ ὕεια τῶν βοείων. εἰϲ πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐϲτι, τοῖϲ μὲν ἀκμάζουϲι καὶ ἰϲχυροῖϲ καὶ διαπονουμένοιϲ τὰ τῶν ἀκμαζόντων, τοῖϲ δ’ ἄλλοιϲ τὰ τῶν ἔτ’ αὐξανομένων. ὥϲπερ δ’ ἐν τοῖϲ ὑϲὶν οἱ κατὰ τὴν ἀκμαϲτικὴν ἡλικίαν ἐπιτήδειοι τοῖϲ εὐεκτικοῖϲ νεανίϲκοιϲ εἰϲίν, οὕτω τῶν βοῶν οἱ πρὸ τῆϲ ἀκμῆϲ. ξηρότεροϲ γὰρ τῇ κράϲει παμπόλλῳ βοῦϲ ὑόϲ, ὥϲπερ γε καὶ ἀκμάζων ἀνὴρ παιδόϲ.