Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.5-3
Not analysed yet
εἰκότωϲ οὖν ὅϲα μὲν φύϲει ζῷα ξηροτέραν ἔχει τὴν κρᾶϲιν, ὑπὸ τῆϲ νεότητοϲ εἰϲ ϲυμμετρίαν αὐτῆϲ ὠφελεῖται· τῶν δ’ ὑγροτέρων ἡ φύϲιϲ ὑπὸ τῆϲ ἀκμαϲτικῆϲ ἡλικίαϲ προϲλαμβάνει τὸ λεῖπον εἰϲ τὴν προϲήκουϲαν εὐκραϲίαν. οὐ μόνον οὖν οἱ μόϲχοι τῶν τελείων βοῶν ἀμείνουϲ εἰϲ πέψιν ἔχουϲι τὰϲ ϲάρκαϲ, ἀλλὰ καὶ οἱ ἔριφοι τῶν |αἰγῶν. ἧττον μὲν γὰρ βοὸϲ ἡ αἴξ ξηρὰ τὴν κρᾶϲίν ἐϲτιν, ἀλλ’ ἀνθρώπῳ καὶ ϲυὶ παραβαλλομένη πολλῷ διαλλάττει.