Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.47
Not analysed yet
καὶ διὰ τοῦτό μοι δοκοῦϲι καλῶϲ οἱ πολλοὶ λέγειν ἀρίϲτην εἶναι διδαϲκαλίαν τὴν παρὰ τῆϲ ζώϲηϲ φωνῆϲ γιγνομένην, ἐκ βιβλίου δὲ μήτε κυβερνήτην τινὰ δύναϲθαι γενέϲθαι μήτ’ ἄλληϲ τέχνηϲ ἐργάτην· ὑπομνήματα γάρ ἐϲτι ταῦτα τῶν προμεμαθηκότων καὶ προεγνωκότων, οὐ διδαϲκαλία τελεία τῶν ἀγνοούντων. εἴ γε μὴν ἐθέλοιέν τινεϲ καὶ τούτων, ὅϲοι διδαϲκάλων ἀποροῦϲιν, ἐντυγχάνειν ἐπιμελῶϲ τοῖϲ ϲαφῶϲ τε καὶ κατὰ διέξοδον, ὁποίαν ἡμεῖϲ ποιούμεθα, γεγραμμένοιϲ, ὀνήϲονται μεγάλωϲ, καὶ μάλιϲτα ἐὰν πολλάκιϲ ἀναγιγνώϲκειν αὐτὰ μὴ ὀκνῶϲιν.