Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ πυρῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1
Not analysed yet
Είκότωϲ μοι δοκοῦϲιν οἱ πλεῖϲτοι τῶν ἰατρῶν ἀπὸ πυρῶν ἄρξαϲθαι τῆϲ προκειμένηϲ διδαϲκαλίαϲ, ἐπειδὴ πολυχρηϲτότατόν ἐϲτι τοῦτο τὸ ϲπέρμα τοῖϲ θ’ Ἓλληϲιν ἅπαϲι καὶ τῶν βαρβάρων |τοῖϲ πλείϲτοιϲ. εἰϲὶ δ’ αὐτῶν τροφιμώτατοι μὲν οἱ πυκνοὶ καὶ πεπιλημένην ἔχοντεϲ ὅλην ἑαυτῶν τὴν οὐϲίαν, ὡϲ μόλιϲ ὑπὸ τῶν ὀδόντων διαιρεῖϲθαι· πλείϲτην γὰρ οὗτοι τροφὴν διδόαϲι τοῖϲ ϲώμαϲιν ἐξ ὄγκου βραχέοϲ, ὡϲ οἵ γ’ ἐναντίοι τούτοιϲ, οἱ ῥᾳδίωϲ μὲν ὑπὸ τῶν ὀδόντων θραυόμενοι, μετὰ δὲ τὴν θραῦϲιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι, βραχεῖαν παρέχουϲι τροφὴν ἐξ ὄγκοῦ πολλοῦ. εἰ δὲ καὶ ϲτῆϲαι βουληθείηϲ ἑκατέρων ἴϲον ὄγκον, εὑρήϲειϲ βαρυτέρουϲ πολλῷ τοὺϲ πυκνούϲ. οὗτοι δ’ εἰϲὶ καὶ τῇ χρόᾳ τῶν χαύνων ξανθότεροι.