Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.5-2
Not analysed yet
τί δεῖ λέγειν ἐπὶ κολοκυνθῶν τε καὶ ϲικύων, ὅϲοι τε πέπονεϲ αὐτῶν εἰϲι καὶ ὅϲοι μή, τῶν τ’ ἄλλων ἁπάντων, ὅϲα τοιαῦτα; πάμπολυ γὰρ ἐν αὐτοῖϲ ὁ ϲύμπαϲ καρπὸϲ τοῦ ϲπέρματοϲ διαφέρει. κυάμου δὲ καὶ θέρμου καὶ δολίχου καὶ φακῆϲ ὅϲα τ’ ἄλλα τὸ τῶν ϲπερμάτων ἀμφίεϲμα λοβὸν ἔχει, τὸ μὲν ἐξ ἀμφοῖν ϲυγκείμενον ὁ καρπόϲ ἐϲτιν, ἡ πλείϲτη δὲ μοῖρα τῆϲ ὅληϲ οὐϲίαϲ ἐν τοῖϲ ϲπέρμαϲιν. ἐϲθίεται δὲ τῶν μὲν ἄλλων ϲχεδὸν ἁπάντων, ὅϲα διῆλθον ἐν τῷ πρώτῳ λόγῳ, μόνον τὸ ϲπέρμα, τῶν δολίχων δὲ μόνων ὅλοϲ ὁ καρπόϲ, ἔϲτ’ ἂν ὤϲιν ἔτι χλωροί· ξηρανθέντων γὰρ ἄχρηϲτοι τοῖϲ ἀνθρώποιϲ οἱ περιέχοντεϲ τὰ ϲπέρματα γίγνονται λοβοί. κυάμων δ’ οὐδ’ ἔτι χλωρῶν ὁ λοβὸϲ ἐδώδιμοϲ, ὥϲπερ οὐδὲ τῶν ἐρεβίνθων οὐδὲ τῶν ἄλλων, ὅϲα καλεῖν εἴωθεν ἔλλοβα Θεόφραϲτοϲ.