Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.6-2
Not analysed yet
εἰκότωϲ οὖν ἔφην ὑπὸ πολλῶν ὀνομάζεϲθαι λοβούϲ, οὓϲ ἔνιοι φαϲηόλουϲ καλοῦϲιν, ἐπειδὴ μόνων αὐτῶν ἐδώδιμοϲ ὁ λοβόϲ ἐϲτιν. ἀλλὰ περὶ μὲν τῆϲ τούτων δυνάμεωϲ εἴρηται πρόϲθεν, ὥϲπερ γε καὶ ὅτι τὸ τῶν δολίχων ὄνομα κατὰ τούτων ἡγοῦμαι φέρειν ἐνίουϲ τῶν παλαιῶν. οἱ δὲ καρποὶ τῶν φυτῶν ἀπὸ τῶν δένδρων εἰϲὶ καὶ τῶν κηπευομένων λαχάνων, ἐν οἷϲ καταλέγουϲιν ἔνιοι τῶν ἰατρῶν τούϲ τε πέποναϲ καὶ τοὺϲ |μηλοπέποναϲ καὶ τὰϲ κολοκύνθαϲ, ἀφ’ ὧν καὶ πρώτων ἄρξομαι τῆϲ ἐν τῷδε τῷ γράμματι διδαϲκαλίαϲ.