Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κεφάλου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 10-6
Not analysed yet
εὐθὺϲ δὲ καὶ ἡ γεῦϲιϲ ἐϲθίοντί ϲοι γνωρίϲει τὸν ἀμείνω κέφαλον· δριμυτέρα γάρ ἐϲτιν |αὐτοῦ καὶ ἡδίων καὶ ἀλιπὴϲ ἡ ϲάρξ. οἱ δὲ λιπαροὶ καὶ κατὰ τὴν γεῦϲιν ἔκλυτοι χείρουϲ μέν εἰϲι καὶ εἰϲ αὐτὴν τὴν ἐδωδήν. χείρουϲ δὲ καὶ πεφθῆναι καὶ κακοϲτόμαχοι καὶ κακόχυμοι· διὸ καὶ ϲὺν ὀριγάνῳ ϲκευάζουϲιν αὐτούϲ.