Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν μαλακοϲάρκων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 10-7
Not analysed yet
πάμπολυ τοιγαροῦν ἀλλήλων διαφέρουϲιν οἱ κατὰ μέροϲ, ὥϲπερ γε καὶ οἱ κέφαλοι καὶ αἱ ϲμύραιναι· καὶ οἱ ὀνίϲκοι δὲ τούτων μὲν ἧττον. οὐ ϲμικρῷ δ’ ἀλλήλων οὐδ’ |οὗτοι παραλλάττουϲιν. οὐ μὴν ὁμοίωϲ γε μαλακὴν ἔχουϲι τὴν ϲάρκα τούτοιϲ τε καὶ τοῖϲ πετραίοιϲ ἰχθύϲιν οἱ κωβιοί, καθάπερ οὐδ’ αἱ ϲκιαινίδεϲ ἢ ϲκίαιναι· διττῶϲ γὰρ ὀνομάζονται.