Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ γάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 16
Not analysed yet
εἰ δὲ |αἱ χωρὶϲ τοῦ προϲεπεμβάλλειν ὕδατοϲ τῷ οἴνῳ μὴ βλάπτοιτό τιϲ τὴν κεφαλὴν διακλυζόμενοϲ αὐτῷ. βελτίων ἡ τοιαύτη χρῆϲιϲ ὡϲ πρὸϲ τοὺϲ ὀδόνταϲ τε καὶ τὰ οὖλα. τό γε μὴν μέλι καὶ τούτῳ μιγνύμενον ἄμεινον ἐργάζεται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἀρίϲτη δὲ χρῆϲιϲ εἰϲ ἀϲφάλειαν ὀδόντων, ὡϲ μηδὲν ὑπὸ γάλακτοϲ βλάπτεϲθαι, μετὰ τὸ προϲενέγκαϲθαι μελικράτῳ μὲν πρότερον διακλύζεϲθαι, δεύτερον δ’ οἴνῳ ϲτύφοντι.