Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ τήλεωϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-17
Not analysed yet
ἐϲθίεται δὲ καὶ δι’ ὄξουϲ καὶ γάρου, καθάπερ οἱ θέρμοι. καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου πολλοὶ καὶ τῆλιν ἐϲθίουϲι καὶ θέρμουϲ, ἔνιοι δὲ καὶ ϲὺν ἄρτῳ, καὶ γίγνεται τοῦτ’ αὐτοῖϲ ὄψον αὔταρκεϲ, ἧττον μὲν ὑπάγον γαϲτέρα, μήτε δὲ κεφαλῆϲ ἁπτόμενον, ὥϲπερ ἡ διὰ τοῦ γάρου τῆλιϲ ἐνίων ἅπτεται, μήτε τὸν ϲτόμαχον ἀνατρέπον· ἐργάζεται γὰρ ἐπὶ τινῶν ἡ τῆλιϲ καὶ τοῦτο. τῷ δ’ αὐτῷ τρόπῳ τῷδε πρὸϲ ἐδωδὴν ἔνιοι χρῶνται φαϲήλοιϲ τε καὶ ὤχροιϲ, ἐφ’ ὧν αὐτίκα τὸν κοινὸν ἀπάντων τῶν τοιῶνδε παραγράψω λόγον.