Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ δολίχων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-20
Not analysed yet
τούϲ γε μὴν δολίχουϲ τεκμήραιτ’ ἄν τιϲ ὀνομάζεϲθαι τὰ κηπευόμενα ταυτὶ φυτὰ κἀξ ὧν ὁ Θεόφραϲτοϲ ὑπὲρ αὐτῶν εἶπεν ἐν τῷ ὀγδόῳ Περὶ φυτῶν ἱϲτορίαϲ. ἔχει δ’ ἡ λέξιϲ ὧδε· καὶ τὰ μέν ἐϲτιν ὀρθόκαυλα, καθάπερ πυρὸϲ καὶ κριθὴ καὶ ὅλωϲ τὰ ϲιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον οἷον ἐρέβινθοϲ ὄροβοϲ φακόϲ· τὰ δ’ ἐπιγειόκαυλα, καθάπερ ὦχρὸϲ πιϲὸϲ λάθυροϲ. ὁ δὲ δόλιχοϲ, ἐὰν παρακαταπήξῃ τιϲ ξύλα μακρά, ἀναβαίνει καὶ γίγνεται κάρπιμοϲ, εἰ δὲ μὴ, φαῦλοϲ και ἐρυϲιβώδηϲ.