Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ἀμυγδάλων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-45
Not analysed yet
τῆϲ γε μὴν ἐλαιώδουϲ τε καὶ λιπαρᾶϲ μετέχει ποιότητοϲ, ὥϲπερ καὶ τὰ κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντοϲ ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δ’ ἐν αὐτοῖϲ ἐϲτιν ἡ ποιότηϲ ἥδε τῆϲ ἐν τοῖϲ καρύοιϲ, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων ἐϲτίν, ὡϲ οὔτε πρὸϲ ὑπαγωγὴν γαϲτρὸϲ ὑπάρχει χρήϲιμα τροφήν τε τῷ ϲώματι δίδωϲιν ὀλίγην. ὅϲα δ’ ἐπικρατοῦϲαν ἱκανῶϲ ἔχει |τὴν πικρὰν ποιότητα, ταῖϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲεϲι πύου τε καὶ τῶν παχέων καὶ γλίϲχρων ὑγρῶν ἐϲτι χρηϲιμώτατα