Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ χόνδρου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-5
Not analysed yet
εἴρηται δ’ ἐν τῷ περὶ διαίτηϲ Ἱπποκράτουϲ, τοὺϲ ἐκ τοῦ χόνδρου ϲκευαζομένουϲ ἄρτουϲ τροφιμωτάτουϲ μὲν εἶναι, διαχωρεῖν δ’ ἦττον· εἴρηται δὲ καί, ὅτι ϲεμίδαλιϲ καὶ χόνδροϲ ἑφθὸϲ ἰϲχυρὰ καὶ τρόφιμα. φυλάττεϲθαι τοίνυν προϲήκει καὶ τούτου τὴν πολλὴν χρῆϲιν, οἷϲ εὐέμφρακτόν ἐϲτι τὸ ἧπαρ ἢ οἱ νεφροὶ πρὸϲ τὸ γεννῆϲαι λίθουϲ ἐπιτήδειοι.