Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ βλίτου καὶ ἀτραφάξυοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-54
Not analysed yet
λέλεκται δ’, ὡϲ τὰ τοιαῦτα λάχανα ῥέπει μέν πωϲ ἐπὶ τὸ ῥᾳδίωϲ ὑπιέναι, καὶ μάλιϲθ’ ὅταν ἔχῃ τι μετὰ τῆϲ ὑγρότητοϲ ὀλιϲθηρόν. οὐ μὴν ἰϲχυράν γε τὴν κάτω ῥοπήν, ἀλλὰ βραχεῖαν ἔχει διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖϲ ἢ δριμεῖαν ἢ λιτρώδη ποιότητα πρὸϲ ἔκκριϲιν ἐπεγείρουϲαν τὴν γαϲτέρα. πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφ’ ἑαυτῶν τροφὴν ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι.