Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κοχλίου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-67
Not analysed yet
ὑπάρχει δ’ αὐτοῖϲ, ὥϲπερ καὶ τοῖϲ ὀϲτρακοδέρμοιϲ, χυλὸϲ ὑπακτικὸϲ γαϲτρόϲ, καὶ διὰ τοῦτό τινεϲ ἀρτύοντεϲ αὐτοὺϲ δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸϲ διαχώρηϲιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήϲαιϲ ὡϲ τροφίμῳ μόνον ἐδέϲματι χρήϲαϲθαι τῇ ϲαρκὶ τοῦ ζῴου τούτου, προαφεψήϲαϲ ἐν ὕδατι μεταθήϲειϲ εἰϲ ἕτερον ὕδωρ, εἶτ’ ἐν ἐκείνῳ πάλιν ἑψήϲαϲ οὕτωϲ ἀρτύϲειϲ τε καὶ τὸ τρίτον ἑψήϲειϲ ἄχρι τοῦ τακερὰν ἀκριβῶϲ γενέϲθαι τὴν ϲάρκα. ϲκευαϲθεῖϲα γὰρ οὕτωϲ ἐφέξει μὲν τὴν γαϲτέρα, τροφὴν δ’ ἱκανὴν παρέξει τῷ ϲώματι.