Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ἀλφίτων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-9
Not analysed yet
χρῶνται δ’ ἀλφίτοιϲ ἔν τιϲι τῶν ἐθνῶν ἐν ἄρτου χρείᾳ, καθάπερ ἐπὶ τῶν ἀγρῶν εἶδον ἐν Κύπρῳ, καίτοι πλεῖϲτον γεωργοῦϲι ϲῖτον. οἱ παλαιοὶ δὲ καὶ τοῖϲ ϲτρατευομένοιϲ ἄλφιτα παρεϲκεύαζον. ἀλλ’ οὐ τὸ γε νῦν ἔτι τὸ Ῥωμαίων ϲτρατιωτικὸν ἀλφίτοιϲ χρῆται κατεγνωκὸϲ αὐτῶν ἀϲθένειαν. ὀλίγην γὰρ τροφὴν δίδωϲι τοῖϲ ϲώμαϲι, τοῖϲ μὲν ἰδιωτικῶϲ διακειμένοιϲ καὶ ἀγυμνάϲτοιϲ αὐτάρκη, τοῖϲ δ’ ὁπωϲοῦν γυμναζομένοιϲ ἐνδεῆ.