Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ πυρῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3
Not analysed yet
οἱ δ’ ἐναντίοι τούτοιϲ εἰϲὶ μὲν ἄκρωϲ καθαροὶ πλεῖϲτον ἄγοντεϲ ϲταθμὸν ἐπ’ ὄγκῳ βραχεῖ, διαχωροῦϲι δὲ πάντων τῶν ἄρτων βραδύτατα. θεάϲῃ γε μὴν καὶ τὸ ϲταῖϲ αὐτῶν ἱκανῶϲ γλίϲχρον, ὡϲ ἐπὶ πλεῖϲτον ἕλκεϲθαι μὴ διαϲπώμενον, ὅπερ ἴδιόν ἐϲτι γλίϲχρου ϲώματοϲ. εἰκότωϲ τοίνυν οὗτοι μὲν καὶ ζύμηϲ πλείονοϲ χρῄζουϲι καὶ μαλαχθῆναι δέονται μᾶλλον, οὐκ εὐθὺϲ μετὰ τὴν ζύμην ἢ τὴν μάλαξιν ὀπτᾶϲθαι· τοῖϲ πιτυρίαιϲ δ’ ἀρκεῖ καὶ ζύμη βραχεῖα καὶ μάλαξιϲ ἀϲθενῆϲ καὶ χρόνοϲ ὀλίγοϲ. οὕτω δὲ καὶ τῆϲ ὀπτήϲεωϲ αὐτῆϲ μακροτέραϲ μὲν οἱ καθαροί, βραχυτέραϲ δ’ οἱ πιτυρίαι δέονται. τὸ μεταξὺ δὲ τῶν καθαρωτάτων καὶ ῥυπαρωτάτων οὐκ ὀλίγον ἐϲτὶ πλάτοϲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, ἐνίων μὲν καθαρῶν, ἐνίων δὲ ῥυπαρῶν ὀνομαζομένων τε καὶ κατ’ ἀλήθειαν ὄντων.