Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ἐρεβίνθων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-13
Not analysed yet
χρῶνται δ’ ἐρεβίνθοιϲ οἱ ἄνθρωποι καὶ πρὸ |τοῦ πεπανθῆναι, χλωροῖϲ ἔτι, καθάπερ καὶ τοῖϲ κυάμοιϲ. εἴρηται δ’ ἀρτίωϲ ὁ κοινὸϲ λόγοϲ ἁπάντων τῶν ἀτελῶν καρπῶν, ἔνθα περὶ τῶν κυάμων ὁ λόγοϲ ἦν ὡϲαύτωϲ δὲ καὶ περὶ τῶν φρυγομένων ἐρεβίνθων ἀκηκοέναι νόμιζε τοῖϲ εἰρημένοιϲ ἐπὶ τῶν φρυγομένων κυάμων. ἅπαντα γὰρ τὰ φρυγόμενα τὸ μὲν φυϲῶδεϲ ἀποτίθεται, δυϲπεπτότερα δὲ καὶ ϲταλτικώτερα γίγνεται καὶ τροφὴν παχυτέραν δίδωϲι τῷ ϲώματι.