Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ θέρμων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-14
Not analysed yet
ἐκεῖναι μὲν οὖν οὐχ ὡϲ τροφαῖϲ αὐτοῖς ὑπάρχουϲιν, ἀλλ’ ὡϲ φαρμάκοιϲ. ὅϲα δ’ οὐδεμίαν ἔχει ϲαφῆ τοιαύτην ποιότητα, καλεῖται μὲν εὐλόγωϲ ὑπὸ τῶν ἰατρῶν ἄποια, κατὰ δὲ τὴν ἐν ὑγρότητι καὶ ξηρότητι καὶ παχύτητι καὶ γλιϲχρότητι διαφορὰν ἢ ταχυπόροιϲ |αὐτοῖϲ ἢ βραδυπόροιϲ ἢ μέϲοιϲ τούτων εἶναι ϲυμβέβηκε, τοῖϲ μὲν ὑγροῖϲ καὶ ὀλιϲθηροῖϲ ταχυπόροιϲ, τοῖϲ ξηροῖϲ δὲ καὶ ϲκληροῖϲ, ὥϲπερ ὁ θέρμοϲ, ἔμπαλιν. ὅϲα δὲ μεταξὺ τούτων ἐϲτὶ κατὰ τὰϲ εἰρημέναϲ διαφοράϲ, οὔτε τάχοϲ ἐπίϲημον οὔτε βραδυτῆτα διαχωρήϲεωϲ ἐργάζεται. καθάπερ οὖν ταῦτα περὶ πάντων ἐπίϲταϲθαι προϲήκει κοινῇ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τάδε.