Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲύκων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-22
Not analysed yet
οὐ ϲμικρὰ δ’ ὑπεροχὴ τῶν πεπείρων ἐϲτὶ πρὸϲ τὰ μὴ τοιαῦτα, καὶ κατὰ τοὺϲ ἄλλουϲ μὲν ἅπανταϲ ἐμφαινομένη καρπούϲ, οὐ μὴν τοϲοῦτόν γε διαφέρουϲα. τὸ γάρ τοι πέπειρον ἀκριβῶϲ ϲῦκον ἐγγὺϲ τοῦ μηδ’ ὅλωϲ βλάπτειν ἥκει, παραπλήϲιον ἤδη ταῖϲ ἰϲχάϲι, πολλὰ μὲν ἐχούϲαιϲ τὰ χρήϲιμα, μοχθηρὸν δ’ ἕν τι τοῖϲ πλεονάζουϲιν ἐν αὐταῖϲ. οὐ πάνυ γὰρ αἷμα γεν|νῶϲι χρηϲτόν, ὅθεν αὐταῖϲ καὶ τὸ τῶν φθειρῶν πλῆθοϲ ἕπεται.