Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ μήλων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-26
Not analysed yet
χρήϲῃ τοιγαροῦν αὐτοῖϲ κατὰ τὰϲ τῶν ἐπικρατούντων χυμῶν δυνάμειϲ, τοῖϲ μὲν αὐϲτηροῖϲ μήλοιϲ, ὅταν ἤτοι διὰ δυϲκραϲίαν θερμὴν ἢ ὑγρότητα πολλὴν ἄτονοϲ ἡ γαϲτὴρ ὑπάρχῃ, τοῖϲ ϲτρυφνοῖϲ δ’, ὅταν ἱκανῶϲ αὐξηθῇ ταῦτα, τοῖϲ δ’ ὀξέϲιν, ὅταν ὑπολάβῃϲ ἐν αὐτῇ παχὺν ἡθροῖϲθαι χυμὸν οὐ πάνυ τι ψυχρόν. ὡϲ ὅ γε ψυχρὸϲ οὐ τῶν ὀξέων, ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχοϲ χυμῶν |τά τ’ ὀξέα καὶ τὰ δριμέα, διαφέρει δὲ τῷ τὰ μὲν μετὰ ψύξεωϲ, τὰ δὲ μετὰ θερμαϲίαϲ τοῦτο δρᾶν.