Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ κυδωνίων καὶ ϲτρουθίων μήλων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-28
Not analysed yet
μόνιμοϲ ὁ τῶν ϲτρουθίων μήλων χυλόϲ ἐϲτιν, ὅταν καλῶϲ ϲκευαϲθῇ, καθάπερ γε καὶ ὁ τῶν κυδωνίων, ἀλλ’ ἧττον οὗτοϲ ἡδὺϲ ὑπάρχει καὶ μᾶλλον ϲτύφων· ὥϲτ’ εἴη ἄν ποτε καὶ τοῦδε χρεία πρὸϲ ῥῶϲιν ἱκανῶϲ ἐκλύτου γαϲτρόϲ. ἐν Συρίᾳ δὲ καὶ τὸν καλούμενον μηλοπλακοῦντα ϲυντιθέαϲιν, ἔδεϲμα μόνιμον οὕτωϲ, ὡϲ εἰϲ Ῥώμην κομίζεϲθαι μεϲτὰϲ αὐτοῦ λοπάδαϲ καινάϲ. ϲύγκειται δ’ ἐκ μέλιτόϲ τε καὶ ϲαρκὸϲ μήλων λελειωμένηϲ ἑφθῆϲ ἅμα τῷ μέλιτι.