Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ κιτρίου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-35
Not analysed yet
τῷ δ’ ὀξεῖ καὶ ἀβρώτῳ μέρει τοῦ καρποῦ, καθ’ ὃ καὶ τὸ ϲπέρμα περιέχεται, πρόϲ τ’ ἄλλα τινὰ χρῶνται καὶ πολλάκιϲ εἰϲ ὄξοϲ ἐμβάλλουϲιν ἀμβλὺ χάριν τοῦ δριμύτερον ἐργάϲαϲθαι. τὸ μέϲον δ’ ἀμφοῖν, ὃ δὴ καὶ τροφὴν τῷ ϲώματι δίδωϲιν, οὔτ’ ὀξεῖαν οὔτε δριμεῖαν |ἔχον ποιότητα δύϲπεπτόν ἐϲτι διὰ ϲκληρότητα. διὸ καὶ μετ’ ὄξουϲ καὶ γάρου προϲφέρονται πάντεϲ αὐτὸ τὴν ἀμβλύτητα τῆϲ γεύϲεωϲ ἐπεγεῖραι βουλόμενοι. τάχα δ’, ὅτι καὶ πέττεται μᾶλλον οὕτω βρωθέν, ἐπίϲτανται τῇ πείρᾳ διδαχθέντεϲ ἢ παρ’ ἰατρῶν ἀκούϲαντεϲ.