Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ἀδένων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-48
Not analysed yet
πάντων δ’ οὖν αὐτῶν κοινὸν ἡδεῖϲ τε καὶ ψαθυροὺϲ φαίνεϲθαι κατὰ τὴν ἐδωδήν· οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ, ὅταν ἔχωϲι γάλα, καὶ τῆϲ ἐκείνου τι γλυκύτητοϲ ἐμφαίνουϲι. καὶ διὰ τοῦτο περιϲπούδαϲτόν ἐϲτι τοῖϲ λίχνοιϲ ἔδεϲμα πλήρειϲ γάλακτοϲ οἱ ἀδένεϲ οὗτοι γενόμενοι, καὶ μάλιϲτ’ ἐπὶ τῶν ὑῶν. ἡ δ’ ἐξ αὐτῶν τροφὴ καλῶϲ μὲν πεφθέντων ἐγγύϲ τι τῇ κατὰ τὰϲ ϲάρκαϲ ἐϲτίν, ἐλλιπέϲτερον δὲ κατεργαϲθέντων τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ, τῶν μὲν ὑγροτέρων ἁδένων τὸν φλεγματώδη, τῶν δὲ ϲκληροτέρων τὸν ὠμόν, ὑπὲρ οὗ πρόϲθεν εἴρηται.