Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κεφάλου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-55
Not analysed yet
περὶ δὲ τῶν ἐν ἕλεϲι καὶ τέλμαϲι καὶ ὅϲα τοιαῦτα χωρία, λέλεκται κατ’ ἀρχάϲ· ἐϲχάτωϲ γὰρ οἱ κατὰ τοὺϲ τοιούτουϲ τό πουϲ διαιτώμενοι μοχθηρὰν ἔχουϲι τὴν ϲάρκα. τῶν δ’ ἐν τοῖϲ ποταμοῖϲ γεννωμένων ἀμείνουϲ οἱ κατὰ τοὺϲ τοιού|τουϲ, ἐν οἷϲ ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα· κατὰ δὲ τοὺϲ λιμνάζονταϲ οὐκ ἀγαθοί.