Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κωβιοῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-58
Not analysed yet
ἥ γε μὴν ϲὰρξ τῶν κωβιῶν ὥϲπερ ϲκληροτέρα τῆϲ τῶν πετραίων ἐϲτίν, οὕτω μαλακωτέρα τῆϲ τῶν τριγλῶν. ἀνὰ λόγον οὖν αὐτῇ καὶ τὸ τῶν ἐϲθιόντων ϲῶμα τρέφεται.