Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν μαλακοϲάρκων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-59
Not analysed yet
τοιοῦτοι μὲν οὖν οἱ πελάγιοι ϲχεδὸν ἅπαντέϲ εἰϲι, |πλὴν εἴ τινεϲ αὐτῶν ὑπὸ μοχθηρᾶϲ τροφῆϲ διαφθείρουϲι τὴν ϲάρκα, καθάπερ αἱ τὰϲ καρκινάδαϲ ἐϲθίουϲαι τρίγλαι. ζωΰφια δ’ ἐϲτὶ ταῦτα πάνυ ϲμικροῖϲ καρκίνοιϲ ἐοικότα, ξανθὰ τὴν χρόαν. οἱ πετραῖοι δ’ ἰχθύεϲ οὔτε ποικίλαιϲ χρῶνται τροφαῖϲ οὔτε χωρίοιϲ διαφέρουϲιν οὔθ’ ὕδαϲι γλυκέϲι καὶ διὰ τοῦτ’ ἄμεμπτοι πάντεϲ εἰϲὶ διὰ παντόϲ.