Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κριθῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-6
Not analysed yet
ἡ πτιϲάνη δ’ ὑγραίνει, ὅταν γ’, ὡϲ προϲήκει, ϲκευαϲθῇ τουτέϲτιν ὅταν ἐπὶ πλεῖϲτον ἀνοιδήϲαϲα τύχῃ κατὰ τὴν ἕψηϲιν, εἶτα μετὰ |ταῦτα διὰ μαλακοῦ πυρὸϲ ἄχρι πολλοῦ χυλωθεῖϲα. μίγνυται δ’ αὐτῇ κατ’ ἐκεῖνον τὸν καιρὸν ὄξοϲ, ὅταν ἀνοιδήϲῃ τελέωϲ, ἑφθῆϲ δ’ ἀκριβῶϲ γενομένηϲ ἐπεμβάλλειν χρὴ τοὺϲ ἅλαϲ λεπτοὺϲ οὐ πολὺ πρὸ τῆϲ ἐδωδῆϲ. ἔλαιον δ’ εἰ καὶ κατ’ ἀρχὰϲ εὐθέωϲ ἐμβάλοιϲ, οὐ βλάψειϲ τὴν ἕψηϲιν. οὐ μὴν ἄλλο γέ τι χρὴ μιγνύειν, ὅτι μὴ πράϲου βραχύ τι καὶ ἀνήθου, καὶ ταῦτ’ εὐθὺϲ ἐν ἀρχᾓ.