Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ϲκληροϲάρκων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-60
Not analysed yet
ϲκορπίουϲ δ’ ἐφεξῆϲ καὶ τραχούρουϲ καὶ τρίγλαϲ ὀρφούϲ τε καὶ γλαύκουϲ ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ |ὀρθῶϲ καταλέγει. ϲκάρουϲ δ’ αὐτοῖϲ ϲυγκαταριθμῶν ἁμαρτάνει τῶν πετραίων ἰχθύων ὄνταϲ. ἑξῆϲ δὲ κύναϲ ἔγραψεν, οὓϲ ἐν τοῖϲ κητώδεϲιν ἐχρῆν ἠριθμῆϲθαι ϲκληρὰν καὶ περιττωματικὴν ἔχονταϲ τὴν ϲάρκα καὶ διὰ τοῦτο τεμαχιζομένουϲ τε καὶ ταριχευομένουϲ ἐδωδήν τ’ ὄνταϲ ἀνθρώπων τῶν ἐπιτυχόντων· καὶ γὰρ ἀηδεῖϲ εἰϲι καὶ βλεννώδειϲ καὶ διὰ τοῦτο καὶ διὰ νάπυόϲ τε καὶ ὀξελαίου καὶ τῶν οὕτω δριμέων ὑποτριμμάτων αὐτοὺϲ ἐϲθίουϲιν.