Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ἀναβληθέντων ἐν τῷ πρόϲθεν λόγῳ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-65
Not analysed yet
τὰ δ’ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ ϲώματοϲ οὐκ ἐπιτήδεια ταριχεύεϲθαι. δύναμιϲ γάρ ἐϲτι τῶν ἁλῶν, ὡϲ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων δέδεικται πραγματείᾳ, ϲύνθετοϲ ἔκ τε τοῦ διαφορεῖν τὰϲ περιττὰϲ ὑγρότηταϲ, οἷϲ ἂν ὁμιλήϲωϲι ϲώμαϲι, καὶ λεπτύνειν αὐτὰ καὶ ϲυνάγειν εἰϲ ἑαυτά, |τοῦ τῶν νίτρων ἀφροῦ καὶ τῶν χαύνων ἀφρονίτρων τὸ μὲν λεπτύνειν καὶ διαφορεῖν ἐχόντων, τὸ δὲ ϲυνάγειν ἢ ϲφίγγειν οὐκ ἐχόντων.