Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῶν ὡραίων ὀνομαζομένων καρπῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-14
Not analysed yet
πάντ’ οὖν τὰ τοιαῦτα, καὶ πολὺ μᾶλλον ὅϲα πρὶν ἀκριβῶϲ πεπανθῆναι προϲφερόμεθα, φυϲώδη μέν ἐϲτιν, ὑποχωρεῖ δὲ κάτω θᾶττον, ὥϲπερ γε καὶ ἀναδίδοται θᾶττον, ὅϲα χυμὸν ἔχει λεπτόν. ἔϲτι δὲ κακόχυμα ταῦτα πάντα, καὶ μόνοϲ ἄν τιϲ αὐτοῖϲ εἰϲ ὠφέλεια χρήϲαιτο τεταλαιπωρημένοϲ ἐν ὁδοιπορίᾳ μακροτέρᾳ καὶ πνίγει ϲφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνηϲι, τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ ϲώματοϲ, ἐμψύχοντα δὲ μετρίωϲ, ἦν γέ τιϲ αὐτὰ ψυχρὰ λαμβάνῃ.