Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ἀϲπαράγων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-31
Not analysed yet
ποιεῖ δὲ καὶ βολβὸϲ καὶ ϲέλινον καὶ ϲίον εὔζωμόν τε καὶ ὤκιμον ὀξυλάπαθόν τε καὶ λάπαθον ἅπαϲαί τε ϲχεδὸν αἱ λαχανώδειϲ πόαι τοιοῦτόν τινα πρὶν ἐκκαρπῆϲαι καυλόν· ἐκκαρπηϲάντων δὲ ξηραίνεταί τε καὶ ἄχρηϲτοϲ εἰϲ ἐδωδὴν ἀνθρώπων γίγνεται. πάντα δὲ τὰ τοιαῦτα δι’ ὕδατοϲ ἑψηθέντα μετ’ ἐλαίου καὶ γάρου προϲφέρονται, βραχέοϲ ὄξουϲ ἐπεμβάλλοντεϲ· ἡδίω τε γὰρ οὕτω καὶ εὐϲτομαχώτερα γίγνεται, τροφὴν μέντοι τῷ ϲώματι δίδωϲιν ὀλίγην τε καὶ οὐκ εὔχυμον.