Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ βολβῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-33
Not analysed yet
προτρέπει γὰρ αὐτοὺϲ μᾶλλον ἐπὶ τὴν ἐδωδήν. ἀλλ’ εἰ μὲν ὡϲ προτρέποντι χρήϲαιντο μέχρι δυοῖν ἢ τριῶν προελθόντεϲ, εἴη ἄν τι πλέον αὐτοῖϲ. εἰ δὲ πλεονάϲαιεν ἐπὶ τῶν οὕτω ϲκευασθέντων, καὶ μάλιϲθ’ ὅταν, ὡϲ εἰώθαϲιν, ὠμοτέρουϲ αὐτοὺϲ λαμβάνοντεϲ αὐτοὶ μᾶλλον ἀπεπτηθήϲονται. καί τινέϲ γε καὶ φῦϲαν καὶ ϲτρόφον ἐπιφέρουϲι μὴ πεφθέντεϲ καλῶϲ. ἐκ μὲν δὴ τῶν οὕτωϲ ἐϲθιομένων οὐκ εὔχυμοϲ ἡ τροφὴ γίγνεται. τῶν δ’ ἐπὶ πλέον ἑψηθέντων ἢ καὶ δίϲ, ὥϲπερ εἴρηται, παχύτεροϲ μέν πωϲ ὁ χυμόϲ, ἀμείνων δὲ τἄλλα καὶ τροφιμώτεροϲ γίγνεται.