Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ γάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-36
Not analysed yet
εἰ δὲ προαφεψήϲαϲ τιϲ τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήϲειεν, οὐδ’ ὅλωϲ ὑπάγει. κοχλάκων δὲ διαπύρων ἐμβληθέντων τοϲούτων, ὡϲ ἐκδαπανῆϲαι τὸν ὀρὸν ἅπαντα, πρὸϲ τῷ μηκέθ’ ὑπάγειν τὴν γαϲτέρα τὸ οὕτω |ϲκευαϲθὲν ἔτι καὶ τοὐναντίον ἐργάζεται· καὶ δίδομέν γε αὐτὸ τοῖϲ ὑπὸ δριμέων περιττωμάτων δακνομένοιϲ τὰ κατὰ τὴν γαϲτέρα. τῶν κοχλάκων δ’ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐμβαλλόμενοι κυκλίϲκοι ϲιδηροῖ διάπυροι ταὐτὸν ἐργάζονται.