Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ πυρῶν ἡψημένων ἐν ὕδατι.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-4
Not analysed yet
ἦν δέ γε τοῦτο καὶ μὴ πειραθέντι λογίσασθαι πρόδηλον. ὅπου γὰρ οὐδὲ τὸ ἄλευρον αὐτῶν ἐσθιόμενον, ὡς εἶπον ἔμπροσθεν εὔπεπτόν ἐστιν, εἰ μὴ κατεργασθείη δι’ ἁλῶν καὶ ζύμης καὶ φυράσεως καὶ τρίψεως καὶ κριβάνου, πῶς οὐκ ἄν τις ἐννοήσειες τοὺς ἀκατεργάϲτουϲ |ἰϲχυροτάτουϲ εἶναι, δύναμίν γε μὴν ἔχουϲι μεγάλην, εἰ πεφθεῖεν, οἱ οὕτω βρωθέντεϲ πυροὶ καὶ τρέφοντεϲ ἰϲχυρῶϲ τὸ ϲῶμα καὶ ῥώμην ἐπίϲημον παρεχόμενοι τοῖϲ προϲενεγκαμένοιϲ αὐτούϲ.