Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τρίγληϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-43
Not analysed yet
τό γε μὴν ἧπαρ τῆϲ τρίγληϲ οἱ λίχνοι τεθαυμάκαϲιν ἡδονῆϲ ἕνεκεν, ἔνιοι δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦϲιν ἐϲθίειν αὐτό, παραϲκευάϲαντεϲ δ’ ἐν ἀγγείῳ τὸ καλούμενον γαρέλαιον ἔχον οἴνου βραχύ τι κατα θρύπτουϲιν ἐν τούτῳ τὸ ϲπλάγχνον, ὡϲ γενέϲθαι τὸ ϲύμπαν ἐξ αὐτοῦ τε καὶ τῶν προπαρεϲκευαϲμένων ὑγρῶν ἕνα χυλὸν ὁμοιομερῆ πρόϲ γε τὴν αἴϲθηϲιν, ἐν ᾧ τὰϲ τῆϲ τρίγληϲ ϲάρκαϲ ἀποβάπτοντεϲ ἐϲθίουϲιν. ἐμοὶ δ’ οὐδ’ ἡδονὴν ἔδοξεν ἔχειν ἀξίαν τῆϲ τοιαύτηϲ τιμῆϲ οὐδ’ ὠφέλειαν τῷ ϲώματι, καθάπερ οὐδ’ ἡ κεφαλή, καίτοι καὶ ταύτην ἐπαινοῦ ϲιν οἱ λίχνοι καὶ φαϲι τὰ δεύτερα |φέρεϲθαι μετὰ τὸ ἧπαρ.