Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Εἰ τὰ ϲκληρὰ πάντα κατὰ τὴν ἕψηϲιν ἁλυκοὺϲ γεννᾷ χυμούϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-46
Not analysed yet
κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅϲα δριμέα, καθάπερ ϲκόροδά τε καὶ κρόμυα καὶ πράϲα, τὸ μὲν ὕδωρ, ἐν ᾧπερ ἂν ἑψηθέντα τύχῃ, δριμὺ ϲαφῶϲ ἐργάζεται, τὴν δ’ αὐτῶν οὐϲίαν ἧττον ἴϲχει δριμεῖαν· εἰ δ’ ἄλλοτ’ εἰϲ ἄλλο μεταβάλλοιϲ ὕδωρ αὐτά, παντάπαϲιν ἀποτίθεται τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ ϲτρυφνὰ μέϲπιλά τε καὶ ἀχράδεϲ, εἰϲ ὅϲον ἂν ἕψηται, γλυκύτερα μὲν αὐτὰ γίγνεται, τὸ δ’ ἀφέψημα ϲτρυφνὸν ἐργάζεται. τοὺϲ χυλοὺϲ δ’ αὐτοὺϲ μόνουϲ ἐὰν ἕψῃϲ, ἁλυκώτεροι μὲν τὸ πρῶτον, ὕϲτερον δὲ καὶ πικροὶ γίγνονται.