Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ὀϲτρακοδέρμων ζῴων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-47
Not analysed yet
γεννᾶται δ’ ἐξ αὐτῶν ὁ καλούμενοϲ ὠμὸϲ χυμὸϲ πάμπολυϲ, ἐκ δὲ τῶν μαλακοϲάρκων καὶ τὸ φλέγμα. καθάπερ οὖν ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμὸν ἡ ϲὰρξ ὥϲπερ δύϲφθαρτοϲ οὕτω καὶ ϲταλτικὴ γίγνεται γαϲτρόϲ, ὡϲαύτωϲ, ἐὰν ἀρτύϲαϲ δι’ ἁλῶν ἢ γάρου, καθάπερ εἰώθαϲι τὰϲ χήμαϲ, ἐκπίῃ τιϲ τὸν γενόμενον ζωμόν, ὑπαχθήϲεται μὲν ἡ γαϲτὴρ ἱκανῶϲ, οὐδεμίαν δὲ τροφὴν ἐξ αὐτοῦ τὸ ϲῶμα τἀνθρώπου λήψεται.