Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ μάζηϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-7
Not analysed yet
Φυλότιμοϲ μὲν οὖν οἴεται παχὺν καὶ κολλώδη καὶ ψυχρὸν ἐξ ἁπάϲηϲ μάζηϲ γεννᾶϲθαι χυμόν, ὃν αὐτόϲ τε καὶ ὁ διδάϲκαλοϲ αὐτοῦ Πραξαγόραϲ ὑαλώδη καλοῦϲι. τὸ δ’ οὐχ οὕτωϲ ἔχει, μήτε τὸ γλίϲχρον ἐχόντων |τῶν ἀλφίτων, ὅπερ ἐν χόνδρῳ μάλιϲτ’ ἐϲτί, μήτε τὸ τρόφιμον. ἐξαπατᾷ δ’ αὐτὸν ἡ ἐπὶ πλέον ἐν οἴνῳ γλυκεῖ καὶ ϲιραίῳ φυραθεῖϲα χρόνῳ πολλῷ μᾶζα. τριπτὴν δ’ αὐτὴν ὀνομάζει καθάπερ Ἀθηναῖοι. τὸ γὰρ ἐκ ταύτηϲ ἀνάλογον τῷ πυρίνῳ ϲταῖϲ γενόμενον ὅλκιμόν ἐϲτι καὶ κολλῶδεϲ ἔκ τε τοῦ μεμαλάχθαι χρόνῳ πλείονι καὶ τοῦ μιχθέντοϲ τοῖϲ ἀλφίτοιϲ ὑγροῦ παχέοϲ ὄντοϲ.