Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῶν ἐν τοῖϲ ἀγρίοιϲ φυτοῖϲ καρπῶν, ἐν οἷϲ εἰϲι καὶ αἱ ἀπὸ τῶν δρυῶν βάλανοι.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-16
Not analysed yet
κρανία γὰρ καὶ προῦμνα καὶ βάτινα καὶ κυνόϲβατα καὶ βράβυλα καὶ μιμαίκυλα καὶ ζίζυφα καὶ διόϲπυρα καὶ ἁλικάκαβα καὶ ὁ τῆϲ τερμίνθου καὶ ὁ τῆϲ ἀχέρδου καρπὸϲ ὅϲα τ’ἄλλα τοιαῦτα βραχὺ μέν τι τρόφιμον ἔχει, |κακόχυμα δὲ πάντ’ ἐϲτὶ καί τινά γ’ αὐτῶν καὶ κακοϲτόμαχα καὶ ἀηδῆ, ϲυῶν ὄντα βρώματα καὶ τούτων οὐχ ἡμέρων, ἀλλὰ τῶν ἐν τοῖϲ ὄρεϲι διαιτωμένων· ἀπ’ αὐτῶν γοῦν ἐκεῖνοι πλείϲτην ἔχουϲι τροφήν