Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῆϲ ἐξ αὐτῶν τῶν φυτῶν τροφῆϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-17
Not analysed yet
ταῦτα μὲν οὖν ἐν τοῖϲ ἀγρίοιϲ φυτοῖϲ ἀριθμοῦϲι, καὶ κοινῇ περὶ αὐτῶν αὔταρκεϲ ἐγνωκέναι κακόχυμα πάντ’ εἶναι. περὶ δὲ τῶν ἡμέρων, οὐ κατὰ τὸν κοινὸν λόγον, ἀλλ’ ἰδίᾳ τὴν ἑκάϲτου δύναμιν ἐπίϲταϲθαι πολὺ κάλλιόν ἐϲτι, καὶ μάλιϲτα τῶν ϲυνεχῆ τὴν χρῆϲιν ἐχόντων, ἃ καὶ δι’ αὐτὸ τοῦτο ϲπουδάζεται τοῖϲ ἀνθρώποιϲ, ὑπὸ μακρᾶϲ πείραϲ βαϲανιϲθέντα τῶν ἄλλων εἶναι βελτίω. καὶ τοίνυν ἤδη περὶ αὐτῶν ἐφεξῆϲ ἐρῶ τὴν ἀρχὴν ἀπὸ τῶν λαχάνων ποιηϲάμενοϲ.