Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ θριδακίνηϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-18
Not analysed yet
λέγω δ’ οὐκ ἄλλο τι θριδακίνην ἢ ὃ πάντεϲ οἱ νῦν ἄνθρωποι καλοῦϲι θρίδακα, ἐπεί τοι |παρ’ ἡμῖν ἕτερόν τι λάχανον ἄγριον ὀνομάζεται θριδακίνη, πάμπολυ παρά τε τὰϲ ὁδοὺϲ φυόμενον ἐπί τε τοῖϲ ὑψηλοῖϲ τῶν τάφρων ἔτι τε κατὰ τὰϲ καλουμέναϲ λιβάδαϲ καὶ πολλὰϲ τῶν ἀϲπόρων χωρῶν. ἔϲτι δὲ μικρὸν ἐκεῖνο τὸ λάχανον, οἷόνπερ ἡ ἄρτι φυομένη θρῖδαξ ἡ κηπευομένη, καί τι βραχὺ πικρότητοϲ ἐμφαίνει, καὶ μᾶλλον ἔτι κατὰ τὴν αὔξηϲιν, ἐκκαυλῆϲαν δὲ καὶ πάνυ ϲαφῆ τὸν πικρὸν ἔχει χυμόν.