Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ κράμβηϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-19
Not analysed yet
τοῦτο τὸ λάχανον οἱ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἀϲκοῦντεϲ ὀνομάζειν ἀξιοῦϲι ῥάφανον, ὥϲπερ τοῖϲ πρὸ ἑξακοϲίων ἐτῶν Ἀθηναίοιϲ διαλεγομένων ἡμῶν, ἀλλ’ οὐχὶ τοῖϲ νῦν Ἕλληϲιν, οἷϲ ἅπαϲιν ἔθοϲ ἐϲτὶν ἐπ’ ἄλλου φυτοῦ τὸ τῆϲ ῥαφάνου ὄνομα φέρειν.