Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲελίνων καὶ ἱπποϲελίνων καὶ ϲίων καὶ ϲμυρνίου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-20
Not analysed yet
τούτου δὲ τοῦ γένουϲ ἐϲτὶ καὶ πήγανον καὶ ὕϲϲωπον ὀρίγανόν τε καὶ μάραθον καὶ κορίαννον, περὶ ὧν ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ϲυγγράμμαϲι λέγεται, κοινοῖϲ |μέν πωϲ οὖϲιν ἰατροῖϲ τε καὶ μαγείροιϲ, ἔχουϲι δὲ τέλοϲ καὶ ϲκοπὸν ἴδιον· ὠφελείαϲ γὰρ ἡμεῖϲ ϲτοχαζόμεθα τῆϲ ἐκ τῶν ἐδεϲμάτων, οὐχ ἡδονῆϲ. ἐπεὶ δ’ ἐνίων ἡ κατὰ τὴν ἐδωδὴν ἀηδία μέγα μέροϲ εἰϲ ἀπεψίαν ϲυμβάλλεται, κατὰ τοῦτο μετρίωϲ ἡδύνειν αὐτὰ βέλτιόν ἐϲτιν· ἡ δὲ τῶν μαγείρων ἡδονὴ μοχθηροῖϲ οὕτωϲ ἀρτύμαϲιν ὡϲ τὸ πολὺ χρῆται ϲυνήθωϲ, ὡϲ ἀπεψίαν μᾶλλον ἢ εὐπεψίαν αὐτοῖϲ ἕπεϲθαι.