Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τυροῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-27
Not analysed yet
κατὰ δὲ τὰϲ ἐν εἴδει διαφορὰϲ τῶν εἰρημένων γενῶν ὁ μὲν μαλακώτεροϲ τοῦ ϲκληροτέρου βελτίων, ὁ δ’ ἀραιὸϲ καὶ χαῦνοϲ τοῦ πάνυ πυκνοῦ καὶ πεπιλημένου. μοχθηρῶν δ’ ὄντων τοῦ τε κολλώδουϲ ἱκανῶϲ καὶ τοῦ ψαθυροῦ μέχρι τραχύτητοϲ ὁ μέϲοϲ αὐτῶν ἐϲτι βελτίων.