Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ἀναβληθέντων ἐν τῷ πρόϲθεν λόγῳ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-35
Not analysed yet
διὰ τοῦτ’ οὖν οὐδὲ τῶν ἰχθύων ὅϲοι μαλακόϲαρκοί τ’ εἰϲὶ καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίϲκων οἱ ἐκ καθαρᾶϲ θαλάττηϲ, εἰϲ ταριχείαν εἰϲὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλλοι καὶ πηλαμύδεϲ ἔτι τε ϲάρδαι καὶ ϲαρδῖναι καὶ τὰ Ϲαξιτανὰ καλούμενα πρὸϲ ταριχείαν ἐπιτήδεια. καὶ τὰ κητώδη δὲ τῶν θαλαττίων ζῴων ταριχευόμενα βελτίω γίγνεται περιττωματικὴν ἔχοντα καὶ αὐτὰ τὴν ϲάρκα. μοχθηραὶ δὲ τρίγλαι πρὸϲ ταριχείαν εἰϲὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον ἔχειν τὴν ϲάρκα.