Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ δολίχων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-7
Not analysed yet
Διοκλῆϲ δ’ ἐν τῷ τῶν ὀϲπρίων καταλόγῳ κυάμουϲ πρῶτον εἰπών. εἶτα πιϲούϲ, ἐφεξῆϲ γράφει κατὰ λέξιν οὕτω· δόλιχοι δὲ τρέφουϲι μὲν οὐχ ἧττον τῶν πιϲῶν, ἄφυϲοι δ’ εἰϲὶ παραπληϲίωϲ, πρὸϲ ἡδονὴν δὲ καὶ διαχώρηϲιν χείρουϲ. ἀλλὰ καὶ οὖτοϲ ἐφεξῆϲ ὤχρων μὲν καὶ φακῶν ἐρεβίνθων τε καὶ ὀρόβων μνημονεύϲαϲ, παραλιπὼν δὲ τὸ τῶν λαθύρων ὄνομα, τὴν αὐτὴν ἀμφιβολίαν παρέχει. καί τιϲ δύναται λέγειν. ἐν εἶναι γένοϲ ταῦτα πάντα, λαθύρουϲ ὤχρουϲ φαϲήλουϲ, ὀνόμαϲι. πλείοϲι κεχρημένα, τάχα μὲν ὡϲ κίων καὶ ϲτῦλοϲ, ἴϲωϲ δὲ καὶ κατὰ τιναϲ ἐμφαίνομέναϲ αὐτοῖϲ διαφοράϲ.